Приложение II. Роспись степеней родства и свойства, в которых брак запрещен или дозволен, составленная неизвестным автором около половины XI века
637Ἐνταῦθα ἀκριβὴς διαίρεσις τῶν κεκωλυμένων γάμων καὶ τῶν ἐννόμων γάμων.638

Κεκωλυμένος ὁ γάμος οὗτος· δεύτερον γὰρ σώζουσι βαθμὸν πρὸς ἀλλήλους ὅ τε Μιχαὴλ καὶ ἡ Ἄννα. Εἰ γάρ τις ἐρωτήσει σε· ὁ ἀδελφὸς639 πόστου ἐστί σοι βαθμοῦ; δευτέρου, λέγε. Πῶς; ἀνέρχου πρὸς640 τὸν πατέρα, ἤτοι τὸν Ῥαδινόν, καὶ λέγε οὕτως· τὸν Μιχαὴλ ἐγέννησεν ὁ Ῥαδινός· ἰδοὺ μία γέννησις, ἕνα βαθμὸν ἀπετέλεσεν. Εἶτα ἐπειδὴ εὗρες τὸν τῆς γεννήσεως αἴτιον, ἤτοι τὸν Ῥαδινόν, κάτελθε ἐπὶ τὴν ἀδελφὴν τοῦ Μιχαήλ, καὶ εἰπέ, ὅτι ὁ αὐτὸς Ῥαδινὸς ἐγέννησε καὶ τὴν Ἄνναν· ἰδοὺ δύο γεννήσεις, δύο βαθμοὺς ἀπετέλεσαν. Οὐκοῦν καλῶς κωλύεται ὁ γάμος οὗτος;641 δεύτερον γὰρ πρὸς ἀλλήλους σώζει642 βαθμόν. Πλὴν ἰστέον, ὅτι κἂν πεντήκοντα ἀδελφοὶ εὑρεθεῖεν, τὸν δεύτερον πρὸς ἀλλήλους σώζουσιν ἅπαντες βαθμόν.

Κεκωλυμένος643 οὗτος ὁ γάμος·644 τρίτον γὰρ βαθμὸν σώζουσι πρὸς ἀλλήλους. Ἀνάγκη γὰρ ἀνιέναι σε ἐπὶ τὸν πατέρα τοῦ Ἰωάννου, λέγοντα οὕτως· τὸν Ἰωάννην ἐγένησεν ὁ Μιχαήλ· ἰδοὺ μία γέννησις, ἕνα βαθμὸν ἐπλήρωσε· τὸν Μιχαὴλ ἐγέννησεν ὁ Ῥαδινός·645 ἰδοὺ δύο γεννήσεις, δύο βαθμοὺς ἀπετέλεσαν. Ὁ αὐτὸς646 Ῥαδινὸς ἐγέννησε τὴν Ἄνναν, τὴν θείαν τοῦ Ἰωάννου· ἰδοὺ τρεῖς γεννήσεις, τρεῖς ἀπετέλεσαν βαθμούς.647

Κεκωλυμένος ὁ γάμος· εἰ γάρ τις ἐρωτήσει σε·648 ὁ πρῶτος ἐξάδελφος πόστου ἐστὶ βαθμοῦ; ἐιπέ, τετάρτου·649 πῶς; ἀνέρχου πρὸς τὸν πατέρα τοῦ Ἰωάννου καὶ λέγε οὕτως τὸν Ἰωάννην ἐγέννησεν ὁ Μιχαήλ· ἰδοὺ μία γέννησις, ἕνα βαθμὸν ἀπετέλεσε· τὸν Μιχαὴλ ἐγέννησεν ὁ Ῥαδινός· ἰδοὺ δύο γεννήσεις, δύο βαθμοὺς ἀπετέλεσαν. Ὁ αὐτὸς Ῥαδινὸς ἐγέννησε τὴν Ἄνναν· ἰδοὺ τρεῖς γεννήσεις, τρεῖς βαθμοὺς ἀπετέλεσαν. Ἡ Ἄννα ἐγέννησε τὴν Μαρίαν· ἰδοὺ τέσσαρες γεννήσεις, τέσσαρας βαθμοὺς ἐποίησαν.

Κεκωλυμένος650 ὁ γάμος· πέμπτον γὰρ βαθμὸν σώζουσι πρὸς ἀλλήλους. Ἀνάγκη γὰρ ἀνιέναι651 ἐπὶ τὸν πατέρα τοῦ Παύλου καὶ λέγειν οὕτως· τὸν Παῦλον ἐγέννησεν ὁ Ἰωάννης· ἰδοὺ μία γέννησις, ἕνα βαθμὸν ἀπετέλεσε·652 τὸν Ἰωάννην ἐγέννησεν ὁ Μιχαήλ· ἰδοὺ δύο γεννήσεις, δύο βαθμοὺς ἐπλήρωσαν·653 τὸν Μιχαὴλ ἐγέννησεν ὁ Ῥαδινός· ἰδοὺ τρεῖς γεννήσεις, τρεῖς βαθμοὺς ἐτελείωσαν.654 Ὁ αὐτὸς Ῥαδινὸς ἐγέννησε τὴν Ἄνναν· ἰδοὺ τέσσαρες γεννήσεις, τέσσαρας βαθμοὺς ἐποίησαν.655 Ἡ Ἄννα ἐγέννησε τὴν Μαρίαν ἰδοὺ πέντε γεννήσεις, πέντε βαθμοὺς ἀπετέλεσαν.

Κεκωλυμένος ὁ γάμος· ἕκτον γὰρ βαθμὸν σώζουσι πρὸς ἀλλήλους. Πώς; ἄνελθε πρὸς τὸν πατέρα τοῦ Παύλου καὶ εἰπὲ οὕτως· τὸν Παῦλον ἐγέννησεν ὁ Ἰωάννης· ἰδοὺ μία γέννησις, πρῶτον βαθμὸν ἀπετέλεσε· τὸν Ἰωάννην ἐγέννησεν ὁ Μιχαήλ· ἰδοὺ δύο γεννήσεις, δύο βαθμοὺς ἐποίησαν· τὸν Μιχαήλ ἐγεννήσεν ὁ Ῥαδινός· ἰδοὺ τρίτη γέννησις, τρίτον βαθμὸν ἐποίησεν. Ὁ αὐτὸς Ῥαδινός ἐγέννησε τὴν Ἄνναν· ἰδοὺ τέσσαρες γεννήσεις, τέσσαρας βαθμοὺς ἐτελείωσαν. Ἡ Ἄννα ἐγέννησε τὴν Μαρίαν· ἰδοὺ πέμπτη γέννησις, πέμπτον βαθμὸν ἐπλήρωσεν. Ἡ Μαρία ἐγέννησε τὴν Βαρβάραν ἰδοὺ ἕκτη γέννησις, ἕκτον βαθμὸν ἐτελείωσεν.656

Ὁ γάμος οὕτος, ὁ ἀπὸ τοῦ Πέτρου δηλονότι πρὸς τὴν Βαρβάραν, ἐπειδὴ ὁ Πέτρος ἀπὸ τῆς αὐτῆς σειρᾶς657 τοῦ γένους τοῦ Ῥαδινοῦ, ὡσαύτως καὶ ἡ Βαρβάρα κατάγονται,658 καὶ οὐκ ἐξ ἀγχιστείας, τὸν ἕβδομον σώζουσι πρὸς ἀλλήλους βαθμόν, παρὰ μὲν τῶν νόμων σεσιώπηται· παρὰ δὲ τοῦ πατριάρχου κυρίου Ἀλεξίου καὶ τῆς τότε ἐνδημούσης αὐτῷ μεγάλης καὶ ἁγίας συνόδου659 κεκώλυται, καὶ οὐ κεκώλυται. Κεκώλυται μέν, πρὸ τοῦ προβῆναι καὶ τελεσθῆναι· μετὰ δὲ τὸ γενέσθαι, οὐ διασπῶνται μὲν οἱ συναφθέντες, καθυποβάλλονται δὲ ἐπιτιμίοις, ὡς ἡ προβᾶσα συνοδικὴ οἱκονομία, ὅσον οὔπω, τὰ περὶ τούτου διασαφήσει. Ἀλλὰ ῥητέον πρῶτον, πόστον βαθμὸν σώζει ὁ Πέτρος660 πρὸς τὴν Βαρβάραν; ἕβδομον· πῶς; τὸν Πέτρον ἐγέννησεν ὁ Παῦλος· ἰδοὺ μία γέννησις, ἕνα βαθμὸν ἀπετέλεσε· τὸν Παῦλον ἐγέννησεν ὁ Ἰωάννης· ἰδοὺ δευτέρα γέννησις, δεύτερον ἐποίησε βαθμόν·661 τὸν Ἰωάννην ἐγέννησεν ὁ Μιχαήλ· ἰδοὺ τρίτη γέννησις, τρίτον βαθμὸν ἐπλήρωσε· τὸν Μιχαὴλ ἐγέννησεν ὁ Ῥαδινός· ἰδοὺ τετάρτη γέννησις, τέταρτον βαθμὸν ἐτελείωσεν. Ὁ αὐτὸς Ῥαδινὸς ἐγέννησε τὴν Ἄνναν· ἰδοὺ πέμπτη γέννησις, πέμπτον βαθμὸν ἐξεπλήρωσεν.662 Ἡ Ἄννα ἐγέννησε τὴν Μαρίαν· ἰδοὺ ἕκτη γέννησις, τὸν ἕκτον βαθμὸν ἐξεπέρανεν. Ἡ Μαρία ἐγέννησε τὴν Βαρβάραν· ἰδοὺ ἐβδόμη γέννησις, τὸν ἕβδομον βαθμὸν ἄπετέλεσεν.
Ἄκουσον τοίνυν τῆς663 συνοδικῆς οἰκονομίας.664

Ὁ γάμος οὗτος οὐκ ἔστι κεκωλυμένος.665
Καὶ οὗτοι μὲν οἱ ἐκ τοῦ αὐτοῦ γένους προβαίνοντες. Ὅρα δέ μοι λοιπὸν καὶ τοὺς ἐξ ἀγχιστείας.666

* Μιχαήλ + Μαρία и Ἄννα + Ῥωμανός, примечание электронной библиотеки.
Σκόπει μοι, ποῖος γέγονε πρῶτος ἐκ τῶν γάμων, εἴ τε ὁ τοῦ Μιχαὴλ τοῦ τοῦ Ῥαδινοῦ πρὸς τὴν Μαρίαν τὴν τοῦ Σκληροῦ, εἴ τε ὁ τῆς Ἄννης τῆς τοῦ Ῥαδινοῦ667 πρὸς τὸν Ῥωμανὸν τὸν τοῦ Σκληροῦ; Καὶ τὸν μὲν προγεγονότα ἀγάπησαν καὶ ἀδιάσπαστον ἔασον· τὸν δὲ ἕτερον, εἰ μὲν οὐ γέγονε, κώλυσον· εἰ δὲ γέγονε, διαχώρισον. Ἐπειδὴ οἱ δύο ἀδελφοί, ὡς οἷδας,668 οἱ ἐκ τοῦ Ῥαδινοῦ καταγόμενοι, σώζουσι πρὸς ἀλλήλους τὸν δεύτερον βαθμόν·669 ὁμοίως καὶ οἱ ἐκ τοῦ Σκληροῦ καταγόμενοι, τὸν δεύτερον. Καὶ εὑρίσκεται ἐκ τῶν ἀμφοτέρων τῶν γενῶν τέταρτος βαθμός, καὶ κωλύεται.

Ὁμοίως σκόπει καὶ ἐνταῦθα τοὺς γάμους καὶ τὸν μὲν προγεγονότα, ἔασον μένειν· τὸν δὲ μετὰ τοῦτον γενόμενον, διάζευξον· εἰ δ’ οὐ γέγονεν, ἀλλὰ βούλεται γενέσθαι, κώλυσον. Διότι ὁ μὲν Μιχαὴλ πρὸς τὴν Ἄνναν σώζει τὸν δεύτερον βαθμόν, ἡ δὲ Μαρία πρὸς τὸν Ἰωάννην, τὸν τρίτον. Καὶ εὑρίσκεται ἐξ ἀμφοτέρων τῶν μερῶν670 πέμπτος βαθμός, καὶ κωλύεται.

Ὅρα μοι καὶ τούσδε τοὺς γάμους· καὶ τὸν μὲν προβεβηκότα671 ἔασον μένειν ἀδιάσπαστον, τὸν δὲ μετὰ τοῦτον, γενόμενον μὲν διάλυσον, μὴ γενόμενον δὲ κώλυσον. Ὁ γὰρ Μιχαὴλ καὶ ἡ Ἄννα τυγχάνοντες ἀδελφοὶ καὶ τὸν δεύτερον πρὸς ἀλλήλους σώζοντες βαθμόν, συνεζύγησαν τῇ Μαρίᾳ καὶ τῷ Μάρκῳ, ἐξαδέλφοις πρώτοις ὑπάρχουσι, καὶ πρὸς ἀλλήλους τὸν τοῦ γένους σώζουσι τέταρτον βαθμόν.672 Οἱ τοιοῦτοι γοῦν γάμοι πρὸ μὲν τοῦ τόμου τοῦ κυρίου Σισινίου καὶ τῆς τότε συνόδου προέβαινον, μετὰ δὲ τὸν τόμον κεκώλυνται διὰ τὸ ἐξ ἀμφοτέρων τὸν ἕκτον βαθμὸν συμπεραίνεσθαι.

Ὁ ἐξ ἀγχιστείας ἕβδομος βαθμὸς οὐ κωλύεται, οὔτε γενομένου, τὰ συναφθέντα μέρη ἐπιτιμίοις καθυποβάλλεται.

Ὁ προγενόμενος γάμος, κρατείτω· ὁ δὲ μεταγενέστερος, διασπασθήτω. Εἰ γὰρ ἕβδομός ἐστι καὶ οὗτος ὁ βαθμὸς673 ἐξ ἀγχιστείας, ἀλλ’ ἐπειδὴ ἡ Ἐλισάβετ προεγγόνη τυγχάνει τῆς Μαρίας, ἄσεμνόν ἐστι καὶ ἀπρεπές, τοὺς δύο πρώτους ἐξαδέλφους συζυγῆναι προμάμμῃ674 καὶ προεγγόνῃ, διά τε τὸν φάσκοντα νόμον, ὅτι τὸ φύσει δίκαιον καὶ τὸ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται, καὶ διὰ τὴν τοῦ γένους σύγχυσιν. Καὶ γὰρ εἰ οὕτω προβήσεται,675 συγχυθήσονται676 τὰ τοῦ γένους· καὶ ἔσται τῇ Μαρίᾳ κατ’ αὐτὸ677 ἡ Ἐλισάβετ καὶ προεγγόνη καὶ νύμφη, ὅπερ ἄτοπον. Καὶ εἰ συμβῆ δὲ ἐξ ἀμφοτέρων τῶν συνοικεσίων γεννηθῆναι παῖδας, διὰ μὲν τοὺς πατέρας ἔσονται αὐτοὶ δεύτεροι ἐξάδελφοι, διὰ δὲ τὰς μητέρας τὴν τοῦ θείου καὶ ἀνεψιοῦ συγγένειαν ἕξουσιν.

Ἔστι δὲ καὶ οὗτος ὁ γάμος, δεύτερος ὤν,678 ἀτοπώτατος καὶ παρανομώτατος, ὃν καὶ διάλυε, οὕτως εὑρισκόμενον. Πῶς γὰρ οὐκ ἄλογον τὸ τὸν Πέτρον, τὸν ποτε τῆς Βαρβάρας ἄνδρα τυγχάνοντα καὶ γαμβρὸν τῆς Μάρθας ὑπάρξαντα, νῦν αὐτῆς τῆς Μάρθας ἄνδρα γενέσθαι679 καὶ σύζυγον, θανάτῳ ἴσως τῆς Βαρβάρας, ἢ διαζυγίῳ διαζυγέντα;680
Ἰστέον, ὅτι οὐ δύναμαι λαμβάνειν τὴν ἐμὴν προγονήν, ἢ καὶ νύμφην. Καὶ προγονὴ μέν ἐστιν ἡ ἐξ ἄλλου θυγάτηρ καὶ ἐγγόνη καὶ προεγγόνη τῆς γαμετῆς μου· νύμφη δέ, ἡ τοῦ υἱοῦ μου καὶ ἐγγόνου καὶ προεγγόνου γαμετή. Οὐδὲ τὴν πενθεράν μου, ἢ τὴν μητρυϊάν μου, ἐπειδὴ μητέρων τάξιν ἐπέχουσιν. Οὐδὲ τὴν θυγατέρα τῆς ἀποζευχθείσης μοι γυναικός, τὴν μετὰ τὴν ἀπόζευξιν ἐξ ἐτέρου ἀνδρὸς τεχθεῖσαν.681 Καὶ τὴν τοῦ πατρὸς μου δέ, ἢ τὴν τοῦ ἀδελφοῦ μου μνηστὴν οὐ δύναμαι λαμβάνειν, κἂν γαμεταὶ ἀυτῶν οὐ γεγόνασιν· ἡ μὲν γὰρ μητρυϊᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει. Ὁ θετὸς υἱὸς κἂν αὐτεξούσιος γέγονεν, οὐ δύναται τὴν γενομένην γαμετὴν τοῦ θετοῦ πατρὸς λαμβάνειν πρὸς γάμον, ὥσπερ οὐδὲ τὴν αὐτοῦ τοῦ υἱοῦ γαμετὴν ὁ αὐτεξούσιον αὐτὸν ποιήσας θετὸς πατήρ, κἂν ἡ θέσις λυθῇ, εἰ καὶ μὴ ἅπτεται τοῦ γένους αὐτοῦ ἡ μὲν γὰρ μητρυϊᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει· νύμφη γάρ ποτε τοῦ θετοῦ πατρὸς ἐγεγόνει.
* * *
Примечания
Из рукописи московской синодальной библиотеки № 475, л. 186–187, ХIII–XIV в. Варианты – по рукописям той же библиотеки № 445, л. 7–9 и № 477, л. 21–24: обе XV века. Для краткости мы обозначаем первый список буквою А, последний – В. Позднейшую, распространенную редакцию этой статьи см. у Цахаріэ в Prochiron auct. tit. VIII, сарр. 98–129; славянский перевод – у Горчакова стр. 179–184.
В А надписано: Ἀκριβὴς διαίρεαις τῶν κεκωλυμένων καὶ γινομένων γάμων; в Β: Ἐνταῦθα ἀκριβὴς διαίρεσις τῶν κεκωλομένων γάμων.
σου прибав. Β.
ἐπί А.
τούτων А.
σώζουσι А.
καί приб. Β.
ὁ γάμος οὗτος А.
ὁ αὐτὸς Ῥαδηνὸς ἐγέννησε τὸν Μιχαήλ Β.
Πάλιν ὁ αὐτός Β.
Κεκώλυται γοῦν καὶ οὗτος ὁ τρίτος βαθμός· οὐ μὴν γὰρ συνέλθῃ θείᾳ ἀνεψιός приб. А.
εἰ γάρ τις ἐρωτήσει σε из А.
Β: ὁ πρῶτος ἐξάδελφος τετάρτου σοί ἐστι βαθμοῦ – без вопроса и ответа.
οὗτος приб. В.
σέ приб. А.
ἀπειργάσατο В.
ἀπεπλήρωσαν В.
В тексте, начиная со слов: ἐγέννησεν и до сюда по А. В основном списке место это читается так: ὁ Ῥαδινὸς ἐγέννησε τὸν Μιχαήλ· τρίτη γέννησις, τρίτον βαθμὸν ἐπλήρωσεν.
ἐτελείωσαν основном списке; в тексте по А.
В основном вписке статья эта изложена короче, именно: Καὶ οὗτος ὁ γάμος κεκωλυμένος, εἰς ἕκτον φθάνων βαθμόν· καὶ ψήφισον τοῦτον, ὡς τὸν πέμπτον· οὕτω δὲ ἔρχῃ καὶ εἰς τὸν ἕκτον, καὶ κεκώλυται. В тексте по А и Β.
ἐστί приб. А.
κατάγονται нет в А.
В основном списке: ἐνδημούσης ἁγίας συνόδου αὐτῷ
ὁ Πέτρος из А.
δεύτερον βαθμὸν ἐποίησε – А.
ἀπεπλήρωσεν – А.
καὶ τῆς προῤῥηθείσης – А.
Далее во всех трех списках следует соборное определение патриарха Алексея, изданное в афинской Синтагме, т. V, стр. 36–37. В наших списках означена и дата: 17 апреля, индикта 6, 6546 (1038) год.
В А пункт этот изложен пространнее: Οὗτος ὁ γάμος ἀκώλυτος νόμιμος γάρ, ὅτι ὄγδοός ἐστι βαθμός· τρισεξάδελφοι γὰρ οἱ συναφθέντες εἰσίν.
Ἀλλ’ οὗτοι μέν εἰσιν οἱ κατὰ σειρὰν καὶ ἐξ αἵματος· οἱ δὲ ἐξ ἀγχιστείας ἔχουσιν οὕτως – А.
τῆς Ῥαδηνῆς – А.
ὡς οἷδας нет в А.
ἀριθμόν основной список; в тексте по А.
γενῶν – А.
προγεγονότα – А.
σώζουσι τὸν τοῦ γένους βαθμὸν τὸν τέταρτον – А.
ἕβδομος καὶ οὗτος ἐστὶ βαθμός – А.
Так в А; в основном списке μάμμῃ.
συμβήσεται – А.
συγχυθήσεται – А.
κατ’ αὐτὸ τῇ Μαρίᾳ – А.
ὁ δεύτερος γάμος – А.
γενέσθαι ἄνδρα – А.
Этим оканчивается текст статьи в А.
τεχθεῖσαν нет в В.
